Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.347 Joseph. AJ 6.352 (English) >>Joseph. AJ 6.357

6.350ἔτι τούτων πλείω περὶ Σαούλου καὶ τῆς εὐψυχίας λέγειν ἠδυνάμην ὕλην ἡμῖν χορηγησάσης τῆς ὑποθέσεως, ἀλλʼ ἵνα μὴ φανῶμεν ἀπειροκάλως αὐτοῦ χρῆσθαι τοῖς ἐπαίνοις, ἐπάνειμι πάλιν ἀφʼ ὧν εἰς τούτους ἐξέβην. 6.351

Κατεστρατοπεδευκότων γὰρ τῶν Παλαιστίνων, ὡς προεῖπον, καὶ κατὰ ἔθνη καὶ βασιλείας καὶ σατραπείας ἐξαριθμούντων τὴν δύναμιν, τελευταῖος βασιλεὺς παρῆλθεν Ἀγχοῦς μετὰ τῆς ἰδίας στρατιᾶς καὶ Δαυίδης μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο. 6.352θεασάμενοι δὲ αὐτὸν οἱ στρατηγοὶ τῶν Παλαιστίνων, πόθεν εἴησαν ἥκοντες οἱ Ἑβραῖοι καὶ τίνων καλεσάντων ἠρώτων τὸν βασιλέα. δὲ Δαυίδην ἔλεγεν εἶναι τὸν φυγόντα Σαοῦλον τὸν ἑαυτοῦ δεσπότην καὶ πρὸς αὐτὸν ἐλθόντα δέξασθαι, καὶ νῦν τῆς χάριτος ἀμοιβὴν ἐκτεῖσαι βουλόμενον καὶ τιμωρήσασθαι τὸν Σαοῦλον συμμαχεῖν αὐτοῖς. 6.353ἐμέμφθη δὲ ὑπὸ τῶν στρατηγῶν ἄνδρα παρειληφὼς ἐπὶ συμμαχίᾳ πολέμιον καὶ ἀποπέμπειν συνεβούλευον, μὴ καὶ λάθῃ μέγα διʼ αὐτὸν κακὸν τοὺς φίλους ἐργασάμενος· καὶ γὰρ οὕτω παρέξειν καταλλαγῆναι πρὸς τὸν δεσπότην κακώσαντα τὴν ἡμετέραν δύναμιν. 6.354 δὴ καὶ προορώμενον εἰς τὸν τόπον ὃν ἔδωκεν αὐτῷ κατοικεῖν ἐκέλευον ἀποπέμπειν σὺν τοῖς ἑξακοσίοις ὁπλίταις· τοῦτον γὰρ εἶναι τὸν Δαυίδην, ὃν ᾄδουσιν αἱ παρθένοι πολλὰς μυριάδας Παλαιστίνων ἀπολέσαντα. ταῦτʼ ἀκούσας τῶν Γιττῶν βασιλεὺς καὶ καλῶς εἰρῆσθαι λογισάμενος καλέσας τὸν Δαυίδηνἐγὼ μέν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.347 Joseph. AJ 6.352 (English) >>Joseph. AJ 6.357

Powered by PhiloLogic